Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 9.261 Joseph. AJ 9.266 (English) >>Joseph. AJ 9.271

9.264ἐξαπέστειλε δὲ καὶ πρὸς τοὺς Ἰσραηλίτας προτρεπόμενος αὐτοὺς ἀφέντας τὸν ἄρτι βίον εἰς τὴν ἀρχαίαν ἐπανελθεῖν συνήθειαν καὶ σέβειν τὸν θεόν· καὶ γὰρ ἐπιτρέπειν αὐτοῖς παραγενομένοις εἰς Ἱεροσόλυμα τὴν τῶν ἀζύμων ἑορτὴν ἄγειν καὶ συμπανηγυρίζειν αὐτοῖς. ταῦτα δʼ ἔλεγε παραινεῖν, οὐχ ὅπως ὑπακούσωσιν αὐτοῦ εἰ μὴ θέλουσι, τοῦ δʼ ἐκείνοις συμφέροντος ἕνεκα· μακαρίους γὰρ ἔσεσθαι. 9.265οἱ δὲ Ἰσραηλῖται παραγενομένων τῶν πρέσβεων καὶ δηλωσάντων αὐτοῖς τὰ παρὰ τοῦ ἰδίου βασιλέως οὐ μόνον οὐκ ἐπείσθησαν, ἀλλὰ καὶ τοὺς πρέσβεις ὡς ἀνοήτους ἐχλεύασαν, καὶ τοὺς προφήτας δὲ ὁμοίως ταῦτα παραινοῦντας καὶ προλέγοντας πείσονται μὴ μεταθέμενοι πρὸς τὴν εὐσέβειαν τοῦ θεοῦ διέπτυον καὶ τελευταῖον συλλαβόντες αὐτοὺς ἀπέκτειναν. 9.266καὶ οὐδὲ μέχρι τούτων αὐτοῖς ἤρκεσε παρανομοῦσιν, ἀλλὰ χείρω τῶν προειρημένων ἐπενοοῦντο καὶ οὐ πρότερον ἐπαύσαντο, πρὶν τοῖς πολεμίοις αὐτοὺς ἀμυνόμενος τῆς ἀσεβείας θεὸς ἐποίησεν ὑποχειρίους. καὶ περὶ μὲν τούτων αὖθις δηλώσομεν. 9.267πολλοὶ μέντοι τῆς Μανασσίτιδος φυλῆς καὶ Ζαβούλου καὶ Ἰσσαχάρου πεισθέντες οἷς οἱ προφῆται παρῄνεσαν εἰς εὐσέβειαν μετεβάλοντο. καὶ οὗτοι πάντες εἰς Ἱεροσόλυμα πρὸς Ἐζεκίαν συνέδραμον, ὅπως τῷ θεῷ προσκυνήσωσιν. 9.268

Ἀφικομένων δὲ τούτων βασιλεὺς Ἐζεκίας ἀναβὰς εἰς τὸ ἱερὸν μετὰ τῶν ἡγεμόνων καὶ τοῦ λαοῦ παντὸς ἔθυσεν ὑπὲρ αὑτοῦ ταύρους ἑπτὰ καὶ κριοὺς τοσούτους καὶ ἄρνας ἑπτὰ καὶ ἐρίφους τοσούτους. ἐπιθέντες δὲ τὰς χεῖρας ταῖς κεφαλαῖς τῶν ἱερείων αὐτός τε βασιλεὺς καὶ οἱ ἡγεμόνες τοῖς ἱερεῦσι καλλιερεῖν ἐφῆκαν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 9.261 Joseph. AJ 9.266 (English) >>Joseph. AJ 9.271

Powered by PhiloLogic